Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.91.6 | Hdt. 1.92.3 (English) | >>Hdt. 1.93.5 |
1.92.2 τὰ δʼ ἐν Βραγχίδῃσι τῇσι Μιλησίων ἀναθήματα Κροίσῳ , ὡς ἐγὼ πυνθάνομαι , ἴσα τε σταθμὸν καὶ ὅμοια τοῖσι ἐν Δελφοῖσι note.... τὰ μέν νυν ἔς τε Δελφοὺς καὶ ἐς τοῦ Ἀμφιάρεω ἀνέθηκε οἰκήιά τε ἐόντα καὶ τῶν πατρωίων χρημάτων ἀπαρχήν · τὰ δὲ ἄλλα ἀναθήματα ἐξ ἀνδρὸς ἐγένετο οὐσίης ἐχθροῦ , ὅς οἱ πρὶν ἢ βασιλεῦσαι ἀντιστασιώτης κατεστήκεε , συσπεύδων Πανταλέοντι γενέσθαι τὴν Λυδῶν ἀρχήν .
1.92.3 ὁ δὲ Πανταλέων ἦν Ἀλυάττεω μὲν παῖς , Κροίσου δὲ ἀδελφεὸς οὐκ ὁμομήτριος · Κροῖσος μὲν γὰρ ἐκ Καείρης ἦν γυναικὸς Ἀλυάττῃ , Πανταλέων δὲ ἐξ Ἰάδος .
1.92.4 ἐπείτε δὲ δόντος τοῦ πατρὸς ἐκράτησε τῆς ἀρχῆς ὁ Κροῖσος , τὸν ἄνθρωπον τὸν ἀντιπρήσσοντα ἐπὶ κνάφου ἕλκων διέφθειρε , τὴν δὲ οὐσίην αὐτοῦ ἔτι πρότερον κατιρώσας τότε τρόπῳ τῷ εἰρημένῳ ἀνέθηκε ἐς τὰ εἴρηται . καὶ περὶ μὲν ἀναθημάτων τοσαῦτα εἰρήσθω .
ch. 93
1.93.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.91.6 | Hdt. 1.92.3 (English) | >>Hdt. 1.93.5 |